Connect with us

Η Εὐχή εἰς τήν μεγαλώνυμον Θεοπρομήτορα Ἄνναν, η λύουσα τά δεσμά τῆς ἀτεκνίας καί τής στειρότητος.

Τοῦ Κυρίου δεηθῶμεν…Κύριε ελέησον.

Ἡ ἐξαίρετος ρίζα ἡ βλαστήσασα φυτόνἀγλαόκαρπον καί ἀειθαλές τήν ὑπερύμνητον Θεοτόκον, ἐξ ἤς προῆλθεν ὁ ἀρχηγός τῆς ζωῆς καίτελειωτής τῆς πίστεως Ἰησοῦς Χριστός· ἡπολυρρυτος βρυσις, ἐξ ἤς προῆλθεν ὡς χειμάρρους τρυφῆς καί ποταμός εἰρήνης ἡ εὐλογημένη ἐν γυναιξίν, ἡ ἀναβλύσασα τήν ἄβυσσον τῶν ἀγαθῶν καί τό ἀπέραντον πέλαγος τῆς ἀγαθότητος καίἀτελεύτητου μακαριότητος·
ἡ προορισθεῖσα κυοφορῆσαι τήν λαμπροτέρανἀσυγκρίτως τῶν ἡλιακῶν ἀκτίνων, ἤν προεῖδον καί προηγόρευσαν αἵ προφητικαί σάλπιγγες· ἡγνωριζόμενη ἐκ τοῦ καρποῦ αὐτῆς, τῆς βασιλίδος τῶν Ἀγγέλων καί ὑψηλοτέρας ὑπαρχούσης τῶν οὐρανῶν, ὡς σκεῦος ἐκλογῆς τοῦ Ἁγίου Πνεύματος καί χάριτος δοχεῖον διαυγέστατον· ἡ τῆς δικαιοσύνης καί ἀμέμπτου βιοτῆς καί πολιτείας εἰκών καί σωφροσύνης λειμών εὐωδής καί ἠδυπνεῦστος· ἡ ἐκπληρώσασα τά ἐν τῷ νόμω προστάγματα ἐν εὐθύτητι καρδίας καί ζεούση εὐλαβεία καί πάση ἀκριβεία μετά τοῦ μακαρίου αὐτῆς ὁμοζύγου καί θεοφόρου Ἰωακείμ·

ἡ νεύσει θεία συλλάβουσα ἐν ἡλικία προβεβηκυία καί τέξασα τήν πρό αἰώνων προορισθεῖσαν γενέσθαι Μητέρα Θεοῦ· ἡ τοῦ πανοικτήρμονος καί πανευϊλάτου Θεοῦ προμῆτορ, ἡ ἑτοίμη ἀντίληψις καί προστασία τῶν εἰς σέ καταφευγόντων ἐκ πίστεως, ἡ παραμυθία τῶν καταπονουμένων καίἀνάψυξις τῶν τεθλιμμένων, ἡ τάς ἀτεκνούσας καί στειρευούσας γυναίκας εὐτεκνούσαςἀποδεικνύουσα τή τοῦ Ἐγγονοῦ σου χάριτι, προσδεξαι καί τήν δέησιν ἠμῶν τῶν ἁμαρτωλῶν καί τήν δυσθυμίαν τῆς ἀπαιδίας τῶν ἱκετῶν σου εἰς εὐθυμίαν παιδοποιϊας μεταποίησον.

Δός καρπόν κοιλίας τοῖς ἐπικαλουμένοις σέ διαλύουσα αὐτῶν τῆς ἀκαρπίας τόν γνόφον καί ταῖς ἀτεκνούσαις γυναιξίν ὡς λυτήριον στειρότητος εὐτέκνους ποίησον ταῖς μακαρίζουσαις σέ καί δοξολογούσαις τόν Θεάθρωπον Ἐγγονόν σου καί ἠμῶν Πλάστην καί Κύριον.

Ναί, μακαρία καί χαριτόβρυτε Ἄννα, ἡ πάσινὡς σελήνη πλησιφαής ἐκπέμπουσα τό γαλήνιον καίἱλαρόν φῶς τῶν ἐν σοῖ θεοσδότων δωρεῶν, ἡ τῆς Σάρρας ἀναδειχθεῖσα τιμιωτέρα, τῆς Ἄννης τοῦΣαμουήλ λαμπροτέρα,

τῆς Ἐλισάβετ ἐνδοξοτέρα καί πάσων τῶν δικαίων γυναικών, ὧν ὁ νόμος εὔφημον ποιεῖται μνείαν ἀξιωτέρα καί ὡς ἐκ τούτου πολλῆς τιμῆς καί χάριτος ἀξιωθεῖσα, πλῆσον χαρμονῆς καί ἀγαλλιάσεως τάς καρδίας τῶν εἰς σέ καταφευγόντων καί δός τήν χάριν σου τῶν/τῆ/ταῖςδούλων/η/αις σου,(…μνημόνευσις ονομάτων) τῶν/τη/ταῖς ἀπεκδεχομένων/η/αις τήν σήν ταχίνην ἀρωγήν καί βοηθείαν διανοίγουσα τῶν/της γυναικῶν/όςαὐτῶν/τῆς τήν γαστέρα, ἴνα διά τῆς σῆς μεσιτείας καί ἀντιλήψεως τύχη/ωσιν τοῦ ἐφέτου τῆς συλλήψεως τέκνου καί δοξάση/ωσιν τό πανάγιονὄνομα τοῦ Θεανθρώπου Ἐγγονοῦ σου καί Σωτῆροςἠμῶν Ἰησοῦ Χριστοῦ· Ὤ πρέπει πάσα δόξα, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχω αὐτοῦ Πατρί καί τῷπαναγίω καί ἀγαθῶ καί ζωοποιῶ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Αμήν.

Ίσως σας ενδιαφέρουν:

10 μικρές ιστορίες για την αληθινή δύναμη της αγάπης

Η καλύτερη ιστορία για το πως θα ελέγξετε ένα κακομαθημένο παιδί

17 πράγματα που κανένας άντρας δεν μπορεί να αντισταθεί.

8 πράγματα που προσπαθούν να σας πουν τα μάτια σας για την υγεία σας

Μήπως νευριάζεις με τους ανθρώπους που μασάνε δυνατά; Αν ναι, είσαι ψυχασθενής

8 πράγματα που ένας ώριμος άντρας δεν κάνει ποτέ

Kουίζ: Μπορείτε να αναγνωρίσετε αυτά τα αντικείμενα από πολύ κοντά;

9 παράξενα πράγματα που κάνει το σώμα μας ως άμυνα και δεν γνωρίζαμε

Δίαιτα με βραστά αυγά μπορεί να σας βοηθήσει να χάσετε μέχρι και 10 κιλά σε 14 μέρες.

10 γυναίκεια ρούχα και παπούτσια που συχαίνονται οι άντρες.

Σχολιάστε

Τα καλύτερα